Εὐχές εἰς πανώλην

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν ἐλέει ἀμέτρητος καὶ ἐν φιλανθρωπίᾳ ἀνείκαστος, ὁ διὰ τὴν ἀθώωσιν τοῦ προπατορικοῦ ἁμαρτήματος, Θεὸς ὧν προαιώνιος καὶ ἀίδιος ἐνανθρωπῆσαι καταδεξάμένος, καὶ μέχρι σταυροῦ καὶ ταφῆς ὑπήκοος τῷ οὐρανίῳ Σου Πατρὶ διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενος, ὁ καὶ ρήμασι πατρικοῖς προσκαλῶν τοὺς ἀπειθεῖς τοῦ νόμου σου καὶ παραβάτας τῶν ἐντολῶν σου, καὶ διαφόροις τρόποις τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν πανσόφως οἰκονομῶν, καὶ φιλανθρώπως προνοούμενος.

Σοὶ τοίνυν τῷ προνοητῇ καὶ κηδεμόνι τοῦ παντός, τῷ μὴ θέλοντι τῶν ἁμαρτωλῶν τὴν ἀπώλειαν, ἀλλὰ τὴν ἐπιστροφὴν καὶ σωτηρίαν, προσπίπτοντες μετὰ κλαυθμοῦ καὶ συντετριμμένης καρδίας, δεόμεθά σου ἐκτενῶς, ὅπως ἐπαγάγῃς τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς, καὶ ἐλευθερώσῃς πάντας τοὺς ἐπικαλουμένους σε ἐν ὅλῃ καρδίᾳ τῶν ἐπικειμένων συμφορῶν καὶ ἀνιαρῶν περιστάσεων, πρὸ πάντων δὲ καὶ ἐπὶ πάντων, ἀπαλλάξῃς ἡμᾶς, φιλάνθρωπε, τοῦ ἐνεστῶτος λοιμοῦ, καὶ τοῦ ἀώρου καὶ αἰφνιδίου θανάτου, ἐξ οὗ ἀνεπαισθήτως τιτρωσκόμενοι οἱ ἄνθρωποι, οὐ μόνον τῆς σωματικῆς ὑγείας, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχικῆς σωτηρίας ὑστεροῦνται οἱ πανάθλιοι, διὰ τὸ μὴ ἔχειν αὐτοὺς ἐκ τῆς ὀξύτητος τοῦ πάθους τὸν προσήκοντα καὶ ἁρμόδιον καιρόν, τὸ ὀφειλόμενον ποιῆσαι, καὶ τὰ τῆς σωτηρίας εἰκότως οἰκονομήσασθαι.

Διὰ τοῦτο σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, Ἅγιε Ἁγίων, μὴ παρίδῃς ἡμᾶς, οὕς διὰ τοῦ παναγίου καὶ πολυτίμου σου Αἵματος ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐξηγόρασας, καὶ τῆς αἰωνίου καταδίκης ἠλευθέρωσας, καὶ τῆς ἐπουρανίου δόξης κοινωνοὺς ἐποίησας, καὶ υἱοὺς Θεοῦ καὶ θεοὺς κατὰ χάριν ἀνέδειξας, ἀμετανοήτους ὑπὸ τοῦ λοιμοῦ διαφθείρεσθαι, καὶ τῇ γεέννῃ καταδικάζεσθαι· ἀλλ᾽ ἐπάκουσον τῆς οἰκτρᾶς καὶ κατωδύνου δεήσεως ἡμῶν, καὶ ἀπάλλαξον πάντας ἡμᾶς τῆς ἐνεστώσης πληγῆς, καὶ τῆς ἐπικειμένης θανατηφόρου ἀσθενείας ἐλευθέρωσον, ἀποσοβῶν ὁλοτελῶς διὰ τῆς θείας σου χάριτος τήν τε δύναμιν καὶ τὸν μολυσμὸν αὐτῆς, τῆς ὁμηγύρεως τῶν εὐσεβῶν καὶ τοῦ γένους τῶν ὀρθοδόξων.

Οἴδαμεν, Κύριε, οἴδαμεν, ὅτι διὰ τὰς πολλὰς ἁμαρτίας, ἃς καθ’ ἑκάστην ἀσυνειδήτως πράττομεν, ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν, καὶ ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Ἀλλὰ μὴ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν διὰ τὸ ὄνομά σου τὸ ἅγιον, μηδὲ ἀποδοκιμάσῃς ἡμᾶς ἐκ τῆς τάξεως τῶν ἐκλεκτῶν σου, καὶ καλύψῃ ἡμᾶς αἰσχύνη, ἐναντίον τῶν ἀθετούντων τὴν θεότητά σου. Ἀλλ’ ἐπάκουσον δεομένους καὶ προσπίπτοντας μετὰ κατανύξεως καὶ συντετριμμένης καρδίας ἐνώπιόν σου.

Ἔχεις, Δέσποτα, σπλάγχνα ἐλέους καὶ ἀειρρύτους πηγὰς χρηστότητος, ἐν οἷς ἐπιστηριζόμενοι ἐλπίζομεν ἀδιστάκτως, οὐ μόνον τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, ἀλλὰ καὶ πάντων τῶν ἐνεστώτων ποινῶν καὶ ἐπικειμένων βασάνων τὴν ἀπολύτρωσιν· ἀναξίως, ναί, Κύριε, τῆς προσηγορίας τοῦ χριστιανισμοῦ ἐπορεύθημεν, παραβάντες ἀδεῶς τοὺς νόμους σου, καὶ ἀθεμίτοις ἔργοις καὶ ἐναγέσι πράξεσιν, ὅλον τὸν πλοῦτον τῆς θείας σου χάριτος καταδαπανήσαντες, ὑλικῶς ἐξ αὐτοῦ ἐγυμνώθημεν, καὶ τῷ πονηρῷ πολίτῃ ἀνοήτως ἐδουλώθημεν, ἀλλ᾽ ἐπὶ σὲ πάλιν τὸν φιλόστοργον ἡμῶν Πατέρα μετανοημένοι ἐπιστρέφομεν, καὶ ὡς ὁ ἄσωτος υἱὸς μετὰ κλαυθμοῦ βοῶμεν·

Ἡμάρτομεν, Πάτερ, ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου. Ἀλλὰ σύ, ὡς φιλόστοργος Πατήρ, καὶ φιλανθρωπότατος Δεσπότης, ὁ μὴ θέλων τὸν θάνατον τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν μετάνοιαν καὶ σωτηρίαν, δέξαι εὐγνωμόνως τὴν μετάνοιαν ἡμῶν, καὶ σπλαγχνισθεὶς ἡμᾶς κράτησον τὴν ὁρ-μὴν τῆς δικαίας σου ἀπειλῆς, παῦσον τὴν θραῦσιν τῆς ἤδη ἐνεργουμένης σου ὀργῆς, καὶ λύτρωσαι πάντας ἡμᾶς ἐκ τῆς λοιμώδους ἀσθενείας, καὶ τοῦ ἐπικειμένου φοβεροῦ καὶ πικροτάτου θανάτου, ὅπως ἀπαλλαγέντες τῆς ἀφορήτου ταύτης ποινῆς, καὶ τῆς ἐπικειμένης ἀνεικάστου ἀσθενείας ἐν εὐθυμίᾳ ψυχῆς καὶ εὐφροσύνῃ καρδίας, δοξάσωμεν σὲ τὸν ποιοῦντα ἐν ἡμῖν μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια.

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Εὐχὴ ἑτέρα εἰς πανώλην

Οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν, φιλάνθρωπε Κύριε· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον· φεῖσαι ἡμῶν κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, δεόμεθα, ὁ τῶν Νινευιτῶν τὰς ἀνομίας πρότερον μὲν ἀνεχόμενος, ὕστερον δὲ τὴν μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν προσδεξάμενος, καὶ χαρισάμενος αὐτοῖς δι’ ὑπερβάλλουσαν ἀγαθότητα καὶ μακροθυμίαν, πάσας τὰς ἀνομίας καὶ τὰ πλημμελήματα, τῇ συνήθει καὶ ἀφάτῳ σου φιλανθρωπίᾳ χρησάμενος.

Δέξαι, Κύριε, καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς δεήσεις ταύτας καὶ τὰς εὐχάς ὡς ποτὲ τῶν Νινευιτῶν τὴν ἐπιστροφὴν καὶ μετάνοιαν. Δέξαι τὰ δάκρυα ἡμῶν καὶ τοὺς στεναγμούς· δέξαι τὴν τεταπεινωμένην ἡμῶν δέησιν· οὐ γὰρ δυνάμεθα ὅλως ταῖς ἁμαρτίαις γενόμενοι, πρὸς σὲ τὸν μόνον ἀναμάρτητον ἀτενίζειν· δέξαι τὰς ἐκ βάθους καρδίας ἀναπεμπομένας σοὶ τῷ Δεσπότῃ κραυγὰς δεητικάς· δέξαι τοῦ ταλαιπώρου λαοῦ τὴν παράκλησιν.

Νικησάτω ἡ ἄβυσσος τῆς σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν· στῆσον τὴν ὀργήν σου, καταπράυνον τὸν θυμόν σου τὸν δίκαιον, καὶ δὸς τοῖς κάμνουσι τὴν ὑγείαν, τοῖς ἀσθενοῦσι τὴν ρῶσιν, τοὺς δὲ ὑγιαίνοντας τήρησον ἐν ταύτῃ, πᾶσαν δὲ νόσον τῆς λοιμικῆς ἀσθενείας ταύτης τῆς πανώλους ἀπέλασον ἐκ τοῦ λαοῦ σου· πάντας τῆς προσδοκίας ταύτης ἐλευθέρωσον, συντηρῶν ἀνεπηρεάστους τῆς αἰκισάσης ἀσθενείας, καὶ φυλάττων παντοκρατορικῇ σου χειρὶ ἀπροσψαύστους τῆς δεινῆς ταύτης κακώσεως καὶ ὀλεθρίου συντριβῆς· ἱλάσθητι καὶ ἄνες, Κύριε, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων ἐλέησον καὶ σῶσον ἡμᾶς, Ὅτι σὺ εἶ ἡ τοῦ ἐλέους πηγή, καὶ τῆς εὐσπλαγχνίας ἀνεξιχνίαστος ἄβυσσος, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

ἀπό τό «Μέγα Προσευχητάριον» τοῦ Α.Δ. Σιμωνώφ



Προφίλ

Οἱ ἐκδόσεις τῆς γυναικείας Ἱερᾶς Μονῆς Γενεθλίου τῆς Θεοτόκου (Πελαγίας) ἀπό τό 1982 ἐκδίδουν καί διακινοῦν σέ ὅλο τόν κόσμο τά βιβλία τοῦ Μητροπολίτου Ναυπάκτου κ. Ἱεροθέου, ὁ ὁποῖος εἶναι ὁ ἱδρυτής καί πνευματικός πατέρας τῆς ἀδελφότητος.

Μάθετε περισσότερα...

banks
Login-iconLogin
active³ 5.4 · IPS κατασκευή E-shop · Όροι χρήσης