Εὐχή εἰς τήν πληγήν τοῦ θανατικοῦ

Δέσποτα, Κύριε ὁ Θεός ἡμῶν, ἡ τῶν οἰκτιρμῶν ἀνεξάντλητος πηγή, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἄπειρος ἄβυσσος μακροθυμίας καὶ χρηστότητος, ὁ καὶ τὰς κατὰ γενεὰν ἐπαγομένας τῷ γένει τῶν ἀνθρώπων, πληγάς τε καὶ μάστιγας συμφερόντως διὰ φιλανθρωπίας ὑπερβολὴν ἐπιφέρων, ἵνα τὸ πρὸς τὴν ἁμαρτίαν ἡμῶν ἀκρατὲς καὶ ὀξύῤῥοπον καθάπερ τινὶ χαλινῷ τῷ θείῳ σου φόβῳ μὴ ἀτάκτως κινῆται κατὰ τῆς θείας εἰκόνος, μηδὲ εἰς τὸ τῆς ψυχῆς εὐγενὲς κακῶς ἐξυβρίσῃ: στῆσον δεόμεθα τὴν κατὰ τῆς φύσεως ἡμῶν φερομένην ὀξεῖαν καὶ ἄωρον ταύτην τοῦ θανάτου ῥομφαίαν, ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς παρὰ πάντα τὰ ἔθνη ποιήσῃς, μηδὲ τοῖς νοητοῖς καὶ αἰσθητοῖς ἐχθροῖς ἡμῶν παραδώσῃς ἡμᾶς ἐξουθένημα.

Ἐξηρήμωνται πόλεις, ἠφανίσθησαν ἀγοραί, ἱεραὶ πανηγύρεις, καὶ τελεταί, καὶ θείων ὕμνων συστήματα τῷ πλείονι μέρει κατεσιγάσθησαν, οἰκίαι καλαὶ καὶ μεγάλαι κατὰ τὴν γραφὴν ἠφανίσθησαν, καὶ οὐκ ἔστιν ὁ κατοικῶν ἐν αὐταῖς. Φόβος καὶ τρόμος ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ σκότος ζοφερόν, τοῦ φοβεροῦ τούτου θανάτου πάντας ἐκάλυψεν. Οὐ φθάνομεν, Δέσποτα, τοὺς τελευτῶντας ὡς ἔθος θρηνεῖν οἱ προσήκοντες, καὶ τὸ τέλος ἡμῶν φθάνει, καὶ ἄλλους ἐπιζητοῦμεν τοὺς θρηνοῦντας, καὶ κοινῷ τῷ τάφῳ παραδιδόμεθα. Οὐδὲ οἱ ζῶντες καὶ φαινόμενοι, ζῆν ἤδη νομίζομεν, τῷ φόβῳ τῆς φοβερᾶς ταύτης πληγῆς. Μικροῦ καὶ ἑαυτοῖς ἀπιστοῦμεν, τὸ τοῦ θανάτου σύμβολον καὶ τὴν πληγὴν ἔχειν ἕκαστος ἐν ἑαυτῷ φανταζόμενος, καὶ πρὸ τοῦ θανάτου τῷ δέει τοῦ θανάτου χαλεπῶς ἀποθνῄσκοντες.

Ταῦτα τῆς κακίας ἡμῶν τὰ ἐπίχειρα· τοῦτο τῶν πονηρῶν καὶ ἀκαθάρ-τῶν ἡμῶν πράξεων τὸ κατάλληλον ἀποτέλεσμα: ταῦτα τῆς ἀσελγείας καὶ ἀδικίας καὶ ἐπιορκίας ἡμῶν τὰ δεινὰ κατορθώματα. Οὗτος ὁ τρικέφαλος ὄφις τοὺς πικροὺς ἡμῖν ὀδόντας ἐμπήξας τὴν φθορὰν καὶ τὸν θάνατον τοῦτον ἐπήγαγε. Διὰ ταῦτα ἔρχεταί φησιν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Διὸ οὐδὲ τοὺς νοητοὺς ὀφθαλμοὺς ἐπᾶραι, οὐδὲ προσεύξασθαι καθα-ρῶς καὶ τὸν ἔλεον ἐφελκύσασθαί σου δυνάμεθα, τῷ βάρει τοῦ συνειδότος καθάπερ τινὶ κλοιῷ σιδηρῷ κατακαπτόμενος ἕκαστος. Ἀλλὰ μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον· μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, μηδὲ τὸν τῆς μετανοίας καὶ ἐπιστροφῆς καιρὸν ζημιωθῶμεν οἱ τάλανες. Διὸ καὶ τὴν πληγὴν τοῦ θανάτου ταύτην φιλανθρώπως ἐπήγαγες. Οἴδαμεν ὡς πολλάκις τὴν μετάνοιαν ὑποσχόμενοι, καὶ πολλάκις ψευσάμενοι, τὴν τομὴν ὡς τὴν ἄκαρπον ἐκείνην συκῆν κατεκρίθημεν.

Ἀλλ᾽ ἔτι καὶ ἔτι μακροθύμησον, ὁ φιλάνθρωπος γεωργός, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ ἑβδομη-κοντάκις ἑπτὰ συγχωρεῖν τοῖς ἀδελφοῖς κελεύων τὰ ἁμαρτήματα, ὁ δυνά-μενος ἐκ τῶν σκληρῶν καὶ ἀκάρπων λίθων ἐγείρειν τέκνα τῷ Ἀβραάμ. Σοὶ γὰρ μόνῳ πάντα δυνατὰ τὰ παρὰ ἀνθρώποις ἀδύνατα, φιλάνθρωπε Δέσποτα, ἵνα καὶ ἐφ ἡμῖν εἰς γενεὰς καὶ γενεὰς δοξασθείη τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος Φιλόθεος Κωνσταντινουπόλεως



Προφίλ

Οἱ ἐκδόσεις τῆς γυναικείας Ἱερᾶς Μονῆς Γενεθλίου τῆς Θεοτόκου (Πελαγίας) ἀπό τό 1982 ἐκδίδουν καί διακινοῦν σέ ὅλο τόν κόσμο τά βιβλία τοῦ Μητροπολίτου Ναυπάκτου κ. Ἱεροθέου, ὁ ὁποῖος εἶναι ὁ ἱδρυτής καί πνευματικός πατέρας τῆς ἀδελφότητος.

Μάθετε περισσότερα...

banks
Login-iconLogin
active³ 5.5 · IPS κατασκευή E-shop · Όροι χρήσης